Ancient Greek · ~2 min
Section 30
Galen, De victu attenuante 30
Not analysed yet
Ἀλλ’ αὖθις ἐπὶ τὸ τῶν ἄλλων σπερμάτων ἐπάνειμι γένος, ἃ δὴ καὶ Δημήτριά τινες ὀνομάζουσι· συνηθεστέρα μέντοι κλῆσίς ἐστι τοῖς Ἕλλησιν ἐπὶ τοῦ γένους αὐτῶν ἅπαντος ἡ τῶν ὀσπρίων· ἔνιοι μέντοι χέδροπά ταῦτα καλοῦσιν· εἰσὶ δ’ οἳ τὸ μὲν σύμπαν γένος ὄσπρια, μόνα δ’ ἐξ αὖ |τῶν ὅσα τῇ χειρὶ δρέπονται, χέδροπά προσαγορεύουσι, τὰ δ’ ἄλλα πάντα τὰ διὰ τῶν δρεπάνων θεριζόμενα σῖτον· ἔνιοι δὲ τὸν πυρὸν μόνον σῖτον· οἶ δὲ καὶ τὰς κριθὰς αὐτῷ προστιθέασιν. ὀνομαζέτω μὲν οὖν ἕκαστος ὧς ἂν ἐθέλῃ, περὶ δὲ τῆς τῶν ὀσπρίων δυνάμεως ἐφεξῆς ἐγὼ διηἄμεώς γήσομαι.