Ancient Greek · ~1 min
Section 37
Galen, De victu attenuante 37
Not analysed yet
Νυνὶ ἁ ἐπὶ τὰς κριθὰς αὖθις ἐπανίωμεν· οὐ γὰρ ἔν γε πτισάνη μόνῃ ἡ χρῆσις αὐτῶν ἐδώδιμος, ἀλλὰ καὶ ἄρτοι πολλαχόθι κρίθινοι γίνονται καὶ μετὰ γάλακτος ἕψεται τὸ αὐτῶν ἄλευρον καὶ φρυγεισῶν ἄλφιτα γίνεται καὶ δι’ ὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσαι καὶ μετ’ οἴνου γλυκέος ἢ σιραίου προσφέρονται.