Ancient Greek · ~1 min
Section 39
Galen, De victu attenuante 39
Not analysed yet
αἶ δὲ διά τινος τῶν γλυκέων λαμβανόμεναι κριθαὶ πολὺ μὲν εἰς τὴν προκειμένην δίαιτάν εἰσι χόνδρου λυσιτελέστεραι· καὶ γὰρ παχύν τε καὶ γλίσχρον χυμὸν ὁ χόνδρος γεννᾷ· πειρᾶσθαι δ’ ὅμως καὶ ταύτας μήτε διὰ σιραίου μήτε διά τινος τῶν πάχος ἐχόντων ἱκανὸν προσλαμβάνειν, ἀλλ’ ἤτοι δι’ οἰνομέλιτος ἢ διά τινος οἴνου παραπλησίου τῷ φαλερίνῳ.