Ancient Greek · ~1 min
Section 45
Galen, De victu attenuante 45
Not analysed yet
Κύαμοι δὲ ῥυπτικὸν μὲν ἔχουσί τι καὶ αὐτοὶ κριθῶν δὲ] οὐδὲν ἧττον, ἀλλ’ οὔτε πέττονται ῥᾳδίως καὶ φυσώδεις ἱκανῶς εἰσιν, ὥστε πολύ βέλτιον τοὺς πισσοὺς ἐσθίειν· ἀμείνους γὰρ εἰς ἅπαντα κυάμων. ὦχροι δὲ καὶ δόλιχοι καὶ φάσηλοι πολὺ καὶ τῶν κυάμων μοχθηρότεροι.