Ancient Greek · ~1 min
Section 51
Galen, De victu attenuante 51
Not analysed yet
τὰ δὲ Δαμασκηνὰ κοκκύμηλα δι’ ὑδρομέλιτος ἕψοντα προεσθίειν ἄμεινον, ὅτῳ λεπτυνούσης ἐστὶ χρεία διαίτης· τούτων δ᾿ ἔτι μᾶλλον ὑπάγει γαστέρα τὰ ἀπὸ τῆς Ἰβηρίας· καὶ μὲν δὴ καὶ οἶ θαλάττιοι τῶν ἐχίνων καὶ οἱ τῶν κογχαρίων ἁπάντων ζωμοὶ καὶ οἶ τῶν παλαιῶν βλάπτουσι τὸν λεπτυνούσῃ διαίτῃ χρῆσθαι προῃρημένον.