Ancient Greek
Section 55
Galen, De victu attenuante 55
Not analysed yet
Πλείστην δ’ ἂν ἔχοις εἰ βούλοιο καὶ ἄφθονον ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπὸ τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· οἶ μὲν γὰρ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὑγρότεροί τ’ εἰσὶ καὶ περιττωματικώ- τεροι, τὰ δ’ ἐν τοῖς ὄρεσι διαιτώμενα ζῷα πάντα ξηρότερά τε καὶ θερμότερα ταῖς κράσεσιν ὑπάρχει καὶ ἡ σὰρξ αὐτῶν ἤκιστα φλεγματώδης ἐστὶ καὶ γλίσχρα.