Ancient Greek
Section 58
Galen, De victu attenuante 58
Not analysed yet
καὶ οἶ πυργίται καλούμενοι στρουθοὶ καὶ ὅσοι κατὰ τὰς ἀμπέλους διαιτῶνται καὶ τῶν περιστερῶν αἶ ἐκ τῶν πύργων ἀμείνους τῶν κατοικιδίων εἰσίν· οὕτω δὲ καὶ οἶ σύες οἶ ὄρειοι τῶν ἡμέρων βελτίους εἰς ἐδωδὴν καὶ καθόλου πάντα τὰ γεγυμνασμένα τῶν ἀγυμνάστων καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίον· αἶ γὰρ τῶν ἡμέρων συῶν σάρκες ἀπάντων μὲν τῶν ἐδε- σμάτων εἰσὶ τροφιμώταται, πάμπολυ δ’ ἔχουσιν ἐν αὑταῖς τὸ γλίσχρον ἀργίᾳ θ’ ἄμα τῇ τοῦ ζῴου καὶ ἀφθονίᾳ τροφῆς ὑγροτέρας.