Ancient Greek
Section 78
Galen, De victu attenuante 78
Not analysed yet
καὶ μὴν καὶ τά μύρτα καὶ τὰ διόσπυρα καὶ τἆλλ’ ὅσα τούτοις ἔοικεν οὐκ ἐπιτήδεια· καὶ τοῖς οὔοις δὲ καὶ τοῖς μεσπίλοις εἰς ἄλλα μὲν ὀρθῶς ἄν τις χρῷτο, πρὸς δὲ τὴν λεπτύνουσαν δίαιταν οὐκ ἐπιτήδεια, καὶ μάλιστα τὰ μέσπιλα· τὸ καθόλου δ’ εἰπεῖν ὅσα σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ διαίτῃ ταύτῃ, συμφέρει δὲ μόνοις τοῖς κατὰ κοιλίαν ῥεύμασιν ἢ ἐκλύτῳ στομάχῳ καὶ γαστρί.