Ancient Greek · ~2 min
Section 83
Galen, De victu attenuante 83
Not analysed yet
τοὺς δ’ ἄλλους τῶν δένδρων καρπούς ἀπὸ τούτων ὁρμώμενος κρῖνε· οἶ μὲν γὰρ σκληροὶ καὶ στρυφνοὶ πάντες εἰσὶ μοχθηροί, τῶν δ’ ἄλλων γεύεσθαι τὰ μέτρια, ὥστε κἂν εἰ διαφερούσας τι ποιότητας ἔχῃ κατὰ τά μόρια, τὰ μὶν ὄξεα τε καὶ δριμέα τῶν μερῶν αὐτοῦ προσφέρεσθαι χρή, τὰ δ’ ἄλλα φυλάττεσθαι· πολλὰ δ’ ἂν εὕροις τοιαῦτα, καθάπερ καὶ τὸ Μηδικὸν μῆλον, ὃ κίτρον ὀνομάζομεν· ἔστι γάρ αὐτοῦ δριμύς μὲν ὁ φλοιός, ὀξύ δὲ τὸ ἔνδον, παχύχυμος δὲ καὶ φλεγματώδης ἡ σάρξ.