Ancient Greek · ~1 min
Section 89
Galen, De victu attenuante 89
Not analysed yet
οἶδα δέ τινας οὕτως ὀνομάζοντας καὶ τὸ τῶν ἰσχάδων ἀφέψημα· ἔστι δὲ καὶ τοῦτο παραπλήσιον μοχθηρῷ μέλιτι καὶ αὐτό τινα δύναμιν ἔχει τμητικήν, ἀλλ’ ἀπολείπεται μέλιτος οὐκ ὀλίγον, καὶ πολύ δὴ μᾶλλον αἶ ἰσχάδες αὐταί, τὰ δὲ σῦκα πολὺ καὶ τούτων ἔτι μᾶλλον, ὥστ’ ἐκπεπτωκέναι τῆς λεπτυνούσης ἰδέας.