Ancient Greek
Section 93
Galen, De victu attenuante 93
Not analysed yet
οἶ μὲν γὰρ παχεῖς θ’ ἅμα καὶ μέλανες καὶ γλυκεῖς παχέος αἵματος πληροῦσι τὰς φλέβας, οἶ δὲ λευκοὶ καὶ λεπτοὶ τέμνουσί τε τοὺς <παχεῖς> χυμοὺς καὶ καθαίρουσι δι’ οὔρων τὸ μέσοι δ’ αὐτῶν ὄντες τὴν ἰδέαν οἶ ξανθοί θ’ ἄμα καὶ γλυκεῖς καὶ διαυγεῖς μέσοι πώς εἰσι καὶ τὴν δύναμιν, οὔτε παχύνοντες τοὺς χυμοὺς τοῖς μέλασιν ὁμοίως οὔτ’ εἰς οὔρησιν ὁρμῶντες ὧς οἶ λευκοί.