Ancient Greek
Book 4
Galen, In Hippocratis Aphorismos 4.5
Not analysed yet
Ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι. Ἐκπεπυρωμένη τε γὰρ ἡμῶν ἡ φύσις οὖσα τηνικαῦτα τὴν ἀπὸ τῶν καθαρκτικῶν οὐκ οἴσει δριμύτητα, διὸ καὶ πυρέττουσι πολλοὶ τῶν ἐν τούτῳ τῷ καιρῷ καθαρθέντων, ἀσθενής τε οὖσα ἡ δύναμις διὰ τὸ καῦμα προσκαταλυθήσεται τῇ καθάρσει. καὶ μέντοι καὶ ἡ κάθαρσις αὕτη γενήσεται μοχθηρὰ, ἀντισπώσης τῷ καθαρτικῷ φαρμάκῳ τῆς τοῦ περιέχοντος ἀλέας πρὸς τοὐκτὸς τοὺς χυμούς. ὥσπερ γὰρ τὰ θερμὰ λουτρὰ ταῖς καθάρσεσιν ἀντιπράττειν πέφυκεν, οὕτω καὶ ἡ κατὰ τὸ θέρος θερμασία, καὶ μάλισθ’ ὅταν ᾖ σφοδρότερον ἑαυτοῦ.