Ancient Greek · ~3 min
4.6 to 4.7
Galen, In Hippocratis Aphorismos 4.6-7
Not analysed yet
Τοὺς ἰσχνοὺς καὶ εὐεμέας ἄνω φαρμακεύειν, ὑποστελλομένους χειμῶνα. Προσθεῖναι κἀνταῦθα χρὴ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον τὸ μᾶλλον, ὡς τὸ πολὺ γὰρ οἱ ἰσχνοὶ χολώδεις εἰσίν. ἐὰν οὖν αὐτοῖς ὑπάρχῃ καὶ εὐεμέσιν εἶναι, φαρμακευτέον ἄνω, πλὴν εἰ μὴ χειμὼν ἐναντιῷτο. προειρήκει γὰρ ὡς θέρους μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω φαρμακευτέον ἐστί. Τοὺς δὲ δυσεμέας καὶ μέσας εὐσάρκους κάτω, ὑποστελλομένους θέρος. Εἰ μὲν εὐεμής τε εἴη καὶ ἰσχνὸς, ἄνω φαρμακεύειν αὐτὸν, πλὴν εἰ μὴ χειμὼν εἴη, τουτέστι καὶ θέρους καὶ φθινοπώρου καὶ ἦρος. ἢν δὲ δυσεμὴς εἴη καὶ μέσος εὔσαρκος, κάτω φαρμακευτέον, ἐὰν ἐπείγῃ μόνον τοῦ θέρους φυλαττόμενον. ἐν ἄλλῃ δ’ ὥρᾳ οὐ φυλακτέον.