Ancient Greek · ~3 min
Book 6
Galen, In Hippocratis Aphorismos 6.10
Not analysed yet
Κεφαλὴν πονέοντι περιωδυνέοντι πῦον ἢ ὕδωρ ἢ αἷμα ῥυὲν κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὸ στόμα λύει τὸ νόσημα. Πολλὰ καὶ ἄλλα οὕτω δέδεικται λέγων ὁ Ἱπποκράτης, ἐφ’ ὧν ἐὰν μὴ προσέχῃ τις τὸν νοῦν, δοκεῖ μόνον εἶναι τὸ λεγόμενον ὑπ’ αὐτοῦ θεραπευτικὸν τοῦ πάθους, ἄλλο δὲ οὐδέν. ὁ δὲ οὐ τοῦτο μόνον φησὶν, ἀλλ’ ἁπλῶς ὅτι πῦον ἢ ὕδωρ ῥυὲν, ἤτοι διὰ τῶν ὤτων ἢ τῶν ῥινῶν λύει τὸ νόσημα. καὶ εἴ γε οὕτως ἀντιστρέφων εἰρήκει, καθάπερ ἐγὼ νῦν, ἀνέγκλητος ἂν ἦν ὁ λόγος. ἐπειδὰν ἤτοι διὰ φλεγμονὴν ἢ ὑγρῶν ἀπέπτων πλῆθος ἠθροισμένον ἐν τῇ κεφαλῇ τὴν ὀδύνην συμβαίνει γίνεσθαι, τηνικαῦτα τῆς φλεγμονῆς διαπυησάσης ἢ τῆς ὑγρότητος ἐκκριθείσης λύσιν γίνεσθαι τῆς ὀδύνης. ἐὰν δὲ διὰ πνεῦμα φυσῶδες ἢ αἵματος πλῆθος ἢ δάκνουσαν χολὴν ἢ ὅλως κατὰ δυσκρασίαν ἡ ὀδύνη γίνεται, δι’ ἄλλων ἰαθήσεται.