Ancient Greek · ~2 min
Book 6
Galen, In Hippocratis Aphorismos 6.11
Not analysed yet
Τοῖσι μελαγχολικοῖσι καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγινόμεναι ἀγαθόν. Οὐ τῷ τῆς κενώσεως μόνον λόγῳ αἱμοῤῥοΐδες ἰῶνται τὰ τοιαῦτα τῶν παθῶν, ἀλλὰ καὶ αὐτὴ ἡ ποιότης τοῦ κενουμένου. παχὺ γὰρ εἰώθασιν αἱ τοιαῦται κενοῦν αἷμα μεστὸν τοῦ μελαγχολικοῦ χυμοῦ, παραπλησίαν ἔχοντος ἐν αἵματι δύναμιν, οἵαν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ, ὥστ’ οὐδὲν θαυμαστὸν καὶ μελαγχολίαν καὶ νεφρῖτιν ἰᾶσθαι διὰ τῶν αἱμοῤῥοΐδων, ἐκκενοῦν πεφυκυιῶν τὴν οἷον ἰλὺν τοῦ αἵματος.