Ancient Greek
Book 7
Galen, In Hippocratis Aphorismos 7.38
Not analysed yet
Κατάῤῥοι ἐς τὴν ἄων κοιλίην ἐκπυοῦνται ἐν ἡμέρῃσιν εἴκοσιν. Ἄνω κοιλίαν νῦν ὀνομάζει τὴν ὑπὸ τοῦ θώρακος περιγραφομένην, ἣν ὁ πνεύμων κατείληφε καὶ διὰ τοῦτο εἰς τοῦτον ἐκ τῆς κεφαλῆς ὁ κατάῤῥους φέρεται διὰ τῆς τραχείας ἀρτηρίας. ἐκπυΐσκεται δὲ τὸ πλεῖστον ἐν ἡμέραις εἴκοσι καὶ οὐχ ὡς οἱ πλεῖστοι γράφουσιν, ἡμέραις εἴκοσι μιᾷ. διὰ παντὸς γὰρ ὁ Ἱπποκράτης τὴν κ΄ ἡμέραν κρίσιμον, οὐ τὴν κα΄ οἶδεν, ὡς ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἔδειξα.