Ancient Greek
Book 7
Galen, In Hippocratis Aphorismos 7.39
Not analysed yet
Ἤν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίναιον καὶ τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει. Σχεδὸν μὲν ἐν ἅπασι τοῖς ἀντιγράφοις ὁ ἀφορισμὸς οὗτος γέγραπται· περιελεῖν δὲ αὐτὸν χρὴ διὰ τὸν ἔμπροσθεν εἰρημένον. ἐξηγησάμεθα γὰρ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων τοιοῦτον ὑπάρχοντα τῇ λέξει, ἢν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίη ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ εἰς τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσεῖ. κατὰ γοῦν αὐτὸν τὸν προκείμενον ἀφορισμὸν ἡ τελευτὴ διττὴν ἔχει τὴν γραφὴν, μίαν μὲν, ὡς προγέγραπται, ἑτέραν δὲ τὴν κύστιν νοσέειν σημαίνει.