Ancient Greek · ~2 min
Book 2
Galen, In Hippocratis De articulis 2.56
Not analysed yet
Ἢν γὰρ ὁ χόνδρος ἄρξηται ψιλοῦσθαι καὶ ὑποστάσιας ἴσχῃ πυρώδεας ἢ χαλώδεας, ὀχληρόν. Προσθεῖναι δὲ χρὴ τῇ λέξει τὸ ὑγρὸν, ὅπερ καὶ παρεγγράφουσί τινες, ὡς εἶναι τὴν ὅλην γραφὴν τοιαύτην· ὅτε γὰρ ὁ χόνδρος ἄρξηται ψιλοῦσθαι καὶ ὑποστάσιας ὑγρῶν ἴσχει. καλεῖ δ’ ὑποστάσεις τὰς ἔνδον μονὰς τῶν ὑγρῶν, ἃ προσῆκεν ἐκκρίνεσθαι, τοῦ τε πύου δηλονότι καὶ τοῦ μυξώδους χυμοῦ. ὀχλώδη οὖν, φησὶ, γίγνεται, τουτέστι ὀδυνηρὰ, ὅπερ ὁρᾶται τοῦ χόνδρου κακουμένου.