Ancient Greek · ~1 min
Book 2
Galen, In Hippocratis De articulis 2.57
Not analysed yet
Γίγνεται δὲ καὶ τοῦτο δι’ ἐκείνας τὰς ἰήσιας, πάντων δὲ τῶν παλιγκοτησάντων ἡ πέρην διάκαυσις αὐταρκέστατον. Ποίας ἰήσεις μέμφεται; ἢ δηλονότι περὶ ὧν ἐνεδείξατο μικρὸν ἔμπροσθεν ἀπέχεσθαι κελεύων, καταπλασμάτων καὶ μετώσεως καὶ τῶν βαρυνόντων καὶ ὀδυνώντων.