Ancient Greek · ~2 min
Book 3
Galen, In Hippocratis De articulis 3.70
Not analysed yet
Τό τε αὖ κατὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἀναγκάζεται ἔξω ῥέπειν καὶ ἡ κνήμη καὶ ὁ ποὺς ὡσαύτως. ἅτε οὖν ἔξω ῥέποντος τοῦ ποδὸς οἱ ἰητροὶ δι’ ἀπειρίην τὸν ὑγιέα πόδα πρὸς τοῦτον προσίσχουσιν, ἀλλ’ οὐ τοῦτον πρὸς τὸν ὑγιέα, διὰ τοῦτο πολὺ μακρότερον φαίνεται τὸ σιναρὸν τοῦ ὑγιέος. Καὶ τοῦθ’ ὅτι κοινόν ἐστι ἁπάντων τῶν μεθισταμένων ὀστῶν ἐπιδέδεικται πρόσθεν, εἰς τὸν ἀντικείμενον τόπον τῷ μεταστάντι πέρατι ῥέποντος ἀεὶ θατέρου. καὶ νῦν οὖν μεταστάσης τῆς κεφαλῆς τοῦ μηροῦ τὸ κατὰ γόνυ πέρας εἰκότως εἰς τὴν ἐκτὸς χώραν ῥέπει.