Ancient Greek · ~2 min
Book 3
Galen, In Hippocratis De articulis 3.71
Not analysed yet
Πολλαχῇ δὲ καὶ ἄλλῃ τὰ τοιαῦτα παρασύνεσιν ἔχει. Ὅτι παρασύνεσιν οὐχ ἁπλῶς τὴν ἀπάτην, ἀλλὰ τὴν παρακειμένην τῷ ἀληθεῖ καὶ διὰ τοῦτο πιθανὴν ὀνομάζειν εἴωθε, λέλεκταί μοι πρόσθεν. ἔστι δ’ ἡ νῦν ἀπάτη λεγομένη, καθ’ ἣν ἐν τῷ παραβάλλειν τὸ πεπονθὸς τῷ ὑγιεῖ περὶ τὸ κατὰ φύσιν ἁμαρτάνουσι σχῆμα. δέον γὰρ ἀποτείνοντα κατ’ εὐθὺ τοῦ ὑγιοῦς σκέλους αὐτῷ παραβάλλειν τὸ πεπονθὸς, ἐναντίως πράττουσι τῷ πεπονθότι προσάγοντες τὸ ὑγιές.