Ancient Greek
Book 2
Galen, In Hippocratis De fracturis 2.44
Not analysed yet
Ἔπειτα πρὸς τὸ τεινόμενον σκέλος μὴ ῥέπειν. τὸν δέ τινα πλάγιον παρακαθήμενον ἀπωθέειν τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα. Κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἐφεξῆς τῆς προγεγραμμένης ῥήσεως αὕτη γέγραπται, δυναμένης τῆς ὅλης διανοίας σώζεσθαι χωρὶς αὐτῆς. βούλεται γὰρ μέσον τῶν δύο σκελῶν ὀρθὸν στηρίξας τὸ ξύλον οὕτως κατατείνειν τὸ πεπονθὸς σκέλος ἀντωθοῦντός τινος ἄνω τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα ταύτῃ καὶ γιγνόμενον ἑτερόῤῥοπον ἕπεσθαι συγχωρεῖ τὸ σκέλος τῷ κατατείνοντι. τοῦτο γὰρ εἰ γένοιτο, τὴν κατάτασιν ἐκλυθῆναι συμβήσεται.