Ancient Greek
Book 2
Galen, In Hippocratis De fracturis 2.45
Not analysed yet
Τοῦτο δὲ καὶ ἢν περὶ τὰς μασχάλας ἔνθεν καὶ ἔνθεν τὰ ξύλα παραπέπηγεν, αἱ δὲ χεῖρες παρατεταμέναι φυλάσσονται, προσεπιλαμβανέτω δέ τις κατὰ γόνυ, καὶ οὕτως ἀντιτείνοιτο. Ἄλλην ἐπίνοιαν αὐτῶν διδάσκει σε καθ’ ἣν οὐκ ἀκολουθήσει τὸ λοιπὸν σῶμα τῷ κατατεινομένῳ μέρει τοῦ κώλου, τὸ παρ’ ἑκατέρᾳ τῇ μασχάλῃ καταπηγνύμενον ξύλον, ὃ ἀντιστηρίζον τε καὶ ἀντερεῖδον τῷ σώματι κωλύει τὸν ἄνθρωπον ἕπεσθαι τῇ πρὸς τὰ κάτω μέρη γιγνομένῃ τάσει. χρὴ δ’ ὅμως καὶ νῦν αὐτὸ τὸ κατατεινόμενον σκέλος ἰδίᾳ πάλιν ἀντιτείνειν ἄνω κατὰ γόνυ τὸν ἀνάτασιν ποιούμενον.