Ancient Greek
Book 3
Galen, In Hippocratis De officina medici 3.4
Not analysed yet
Τῶν δὲ ὀθονίων ὑποδεσμίδες εἰσὶ δύο τῇ πρώτῃ ἐκ τοῦ σίνεος εἰς τὰ ἄνω, τῇ δὲ δευτέρῃ ἐκ τοῦ σίνεος εἰς τὰ κάτω τελευτώσῃ. Λέλεκταί μοι καὶ πρόσθεν ὑποδεσμίδας ὀνομάζειν αὐτὸν τοὺς πρὸ τῶν σπληνῶν ἐπιδέσμους, ἁπάντων πρώτους ἐπιβαλλομένους τῷ πεπονθότι σώματι. γέγραπται δὲ ἐν τῷ περὶ ἀγμῶν τῆς ἑκατέρου περιθέσεως ἡ χρεία. ὁ μὲν γὰρ πρότερος αὐτῶν οὐ μόνον ἀνείργει τὴν ἐπιῤῥοὴν, ἀλλὰ καὶ τοῦ περιεχομένου κατὰ τὸ πεπονθὸς ἀπωθεῖταί τι πρὸς τὴν ἄνω χώραν. ὁ δὲ δεύτερος ἐκθλίβει τὸ περιττὸν αἵματος πεπονθότος μορίου πρὸς τὸ τοῦ κώλου πέρας. κοινὴ δὲ ἀμφοτέρου ἡ χρεία, κατέχειν τὸ διαπεπλασμένον ὀστοῦν ἀδιάστροφον.