Ancient Greek
3.5 to 3.6
Galen, In Hippocratis De officina medici 3.5-6
Not analysed yet
Κατὰ τὸ σῖνος πιέζειν μάλιστα ἥκιστα τὰ ἄκρα, τὰ δὲ ἄλλα κατὰ λόγον. Καὶ τούτων ὁ λογισμὸς ἐν τῷ περὶ ἀγμῶν εἴρηται. καθόλου γὰρ ἐπὶ πάσης ἐπιδέσεως, ἔνθα μὲν ἔσφιγκται μᾶλλον ἡ ὑποκειμένη σὰρξ, ἐκθλίβεται τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ πρὸς τὰ πέριξ, ἔνθα δὲ ἧττον, ἐνταῦθα δέχεται τὸ μεταῤῥέον ἐκ τῶν μᾶλλον θλιφθέντων. Ἡ δὲ ἐπίδεσις πουλὺ τῆς ὑγιέος προσλαμβανέτω. Καὶ ταύτης τῆς συμβουλῆς ὁ λογισμὸς δῆλος· ἐν γὰρ τῷ πολὺ τοῦ ὑγιοῦς ἐπιλαμβάνειν τὴν ἐπίδεσιν, ἥ τε κράτησις ἀσφαλεστέρα τοῦ διαπεπλασμένου γίνεται καὶ μᾶλλον ἐκθλίβονται τοῦ πεπονθότος ἰχῶρες εἰς τὰ πλησιάζοντα καὶ ἐκ τῶν ἄνωθεν ἐπιῤῥοὴ κωλύεται μᾶλλον.