Ancient Greek
Book 1
Galen, In Hippocratis De victu acutorum 1.27
Not analysed yet
Τὰς δὲ πτισάνας χρὴ ἐκ βελτίστων τέως κριθέων εἶναι καὶ ὡς βέλτιστα ἡψῆσθαι καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθαι. Βέλτισται κριθαὶ πρὸ μὲν τῆς πείρας κριθήσονται διὰ μόνου τοῦ πλήρεις εἶναι καὶ μηδὲν ἔχειν ἐν ἑαυταῖς ῥυσσόν· αἱ δὲ τῇ πείρᾳ κεκριμέναι διὰ τῆς ἑψήσεως, ὅταν ἐπιπλεῖστον ἀνοιδίσκωνται καὶ χυλὸν ποιῶσι πλεῖστον, ὅπερ δὴ καὶ βέβαιόν ἐστι τῆς ἀρετῆς αὐτῶν γνώρισμα· τὸ γὰρ ἀπὸ τῆς εὐτροφίας οὐκ ἐπιστημονικὸν οὐδὲ διὰ παντὸς ἀληθὲς, ἀλλ᾿ ὡς ἐπὶ τὸ πολὺ κατορθούμενον. ἀξιοῖ δὲ τὰς πτισάνας ἀεὶ μὲν εἶναι βελτίστας, μάλιστα δὲ ἐὰν μὴ μόνον τῷ χυλῷ χρῆσθαι μέλλωμεν, ἀλλὰ καὶ ὅλαις αὐταῖς· διὰ τί δὲ τοῦτο ἀξιοῖ σαφῶς αὐτὸς ἐδήλωσεν εἰπών·