Ancient Greek
Book 1
Galen, In Hippocratis De victu acutorum 1.28
Not analysed yet
Μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν· οὐδαμῇ γὰρ προσίσχεται οὐδὲ μένει κατὰ τὴν τοῦ θώρακος ἴξιν. Ἴσμεν δ᾿ ὅτι τὴν ἴξιν ὡς τὸ πολὺ μὲν τὴν εὐθυωρίαν, ἐνίοτε δὲ καὶ αὐτὴν λέγει τὴν φοράν. ἡ δὲ διὰ τοῦ θώρακος εὐθυωρία τε καὶ φορὰ τῆς καταπινομένης πτισάνης ἄχρι τῆς γαστρὸς, εὔδηλον ὅτι διὰ τοῦ στομάχου γίνεται· καὶ ἐν τούτῳ βούλεται μηδὲν αὐτῷ προσίσχειν. ἐν γὰρ τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσι θερμασίας οὔσης πολλῆς, προσισχόμενον τοῦτο ξηραινόμενόν τε καὶ δυσαπολύτως προσπλαττόμενον ἄσην τέ τινα καὶ δίψαν ἐπιφέρει.