Ancient Greek · ~1 min
Book 4
Galen, In Hippocratis De victu acutorum 4.103
Not analysed yet
Τὰ δ᾿ ἐκ τῆς κάτω κοιλίης λυόμενα δι᾿ οὔρων καὶ ἱδρώτων, ἢν ὀλισθῇ μετρίως, ὑπὸ αὐτοματισμοῦ λύεται τὰ σμικρά· τὰ σφοδρὰ δὲ πονηρόν· οἱ τοιοίδε γὰρ ἢ ἀπόλλυνται ἢ ἄνευ κακῶν ἄλλων οὐ γίνονται ὑγιέες, ἀλλ᾿ ἀποστηρίζει καὶ τὰ τοιουτότροπα. Καὶ διὰ ταύτης τῆς ῥήσεως ἔνεστι τεκμαίρεσθαι περὶ ἀλγημάτων θεραπείας ἅπαντα αὐτῷ τὰ προγεγραμμένα λελέχθαι.