Ancient Greek · ~3 min
Book 4
Galen, In Hippocratis De victu acutorum 4.102
Not analysed yet
Κἢν μὲν ἐν τῷ θώρακι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος αὐτὸν, ἀνακαθίζειν ὡς πλειστάκις καὶ ὡς ἥκιστα προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι καὶ καθίζοντα ἀνατρίβειν μιν πολὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἔχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει καὶ μηδεμίαν κίνησιν κινέεσθαι τῷ τοιῷδε σώματι ξυμφέρει, ἔξω τῆς ἀνατρίψεως. Ἐκ ταύτης τῆς ῥήσεως τεκμαίροιτ᾿ ἄν τις ταῦτα καὶ τὰ πρὸ τούτων ἅπαντα περὶ ἀλγημάτων γεγράφθαι. τὰ οὖν ἐν ἀρχῇ τῆς ῥήσεως παραλέλειπται, ἁμαρτόντος τοῦ πρώτου βιβλιογράφου καὶ μετὰ ταῦτα μεινάσης τῆς ἁμαρτίας. ὥστ᾿ οὐδ᾿ ἐξετάζειν τὴν ἐν τοῖς εἰρημένοις ἀλήθειαν οἷόν τε, μή τινι κᾀν τοῖς τοιούτοις ἐπὶ πλέον εἰκῆ κατατρίβεσθαι δόξωμεν.