Ancient Greek · ~3 min
4.99 to 4.101
Galen, In Hippocratis De victu acutorum 4.99-101
Not analysed yet
Ἢν δέ σοι κατάπυκνος ἡ κοιλίη δοκῇ εἶναι, μαλθακῷ κλύσματι ὑπόκλυζε. Οὐκ ἄξιον συγγράμματος τοῦτο, πρόδηλον γάρ ἐστιν ἅπασιν. Ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε, κάτω δὲ μηδενὶ τῶν τοιούτων. Ὡς προειρηκὼς τὸ πάθος ἐφ᾿ οὗ κελεύει ταῦτα πράττεσθαι τὸν λόγον ποιεῖται, καίτοι οὐδὲν προείρηκεν· ἢ οὖν ἀπόλωλέ τις ῥῆσις, ἐν ᾗ τὸ πάθος ἐδηλοῦτο, ἢ ἐπιλήσμων ἦν ὁ ταῦτα γράψας καὶ τοιοῦτος οἷος ὁ νῦν ὀνομαζόμενος ὑπὸ τῶν πολλῶν μετέωρος. Κράτιστον δὲ ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν, καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν· ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβέτωσαν αὐτόν. Καὶ ταῦθ᾿ οὕτως, ὡς προειρηκὼς τὸ πάθος ἔγραψεν.