Ancient Greek
Book 1, Chapter 1
Galen, In Hippocratis Epidemiarum I 1.1.29
Not analysed yet
Φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνον εἶχον, ἔχοντες ἔρευθος μετὰ φλεγμονῆς, ῥεύματα σμικρὰ, λεπτὰ, δριμέα, ταχὺ τηκόμενοι καὶ κακούμενοι. Τὰ συμπτώματα προειπὼν, ὅσα τοῖς τότε φθινώδεσιν ἐφαίνετο περὶ τὴν φάρυγγα, τὴν αἰτίαν αὐτὸς προσέθηκεν ἐν τῷ φάναι, ῥεύματα σμικρὰ, δριμέα. διὰ γὰρ τὴν τῶν ῥευμάτων κακοήθειαν ἀπὸ τῆς κεφαλῆς δηλονότι καταφερομένων αἱ φάρυγγες ἐπώδυνοι μὲν ἦσαν, τῷ δάκνεσθαι δὲ πρὸς αὐτῶν ἔρευθος καὶ φλεγμονὴν ἔσχεν, ὅτι καὶ αὐτὸ ῥεῦμα θερμὸν ἦν, οὐδὲν ἦν θαυμαστὸν ἐν Θάσῳ τῶν ἄλλων φθινωδῶν, εἰ οὕτως ἔχοντες εἰς ἐσχάτην ἰσχνότητα παρεγένοντο.