Ancient Greek
Book 1, Chapter 1
Galen, In Hippocratis Epidemiarum I 1.1.30
Not analysed yet
Ἀπόσιτοι πάντων γευμάτων διετέλεον. Ὅτι τοὺς ἀνορέκτους ἀσίτους ὀνομάζουσιν οἱ Ἕλληνες, τοὺς μὴ προσενηνεγμένους σιτία, τοὺς δ’ ἀπεστραμμένους προσίεσθαι καλοῦσιν ἀποσίτους. πρόδηλον δ’ ὅ τι καὶ τουτὶ τὸ τῆς ἀνορεξίας σύμπτωμα τοῖς φθινώδεσιν ἐγένετο τοῦ τὴν φάρυγγα καὶ τὸν πνεύμονα κακοῦντος ῥεύματος, μέρους τινὸς εἰς γαστέρα καταῤῥέοντος.