Ancient Greek
1.1.32 to 1.1.34
Galen, In Hippocratis Epidemiarum I 1.1.32-34
Not analysed yet
Καὶ παράληροι πολλοὶ περὶ θάνατον. περὶ μὲν τὰ φθινώδεα ταῦτα. Οὐδὲ τοῦτο τοῖς ἄλλοις φθίνουσιν εἴωθε συμπίπτειν, ἀλλὰ διὰ τὴν κακοήθειαν τῶν τότε γενομένων πυρετῶν ἠκολούθησε τοῖς ἐν τῇ προκειμένῃ καταστάσει νοσήμασι. Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ, ξυνεχέες, οὐ βίαιοι, μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως ἔχουσιν ἐγένετο. Εἰρήκει δὲ καὶ πρόσθεν ὡς τὸ φθινῶδες μόνον ὀλέθριον ἐγένετο καὶ ἡμεῖς τὴν αἰτίαν προσπαρεθήκαμεν. ἀκόλουθα τοίνυν ἐστὶν ἐκείνοις τά τε κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς φησίν· Κοιλίαι ταραχώδεες τοῖσι πάνυ εὐφόρως καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον, οὖρά τε τοῖσι πλείστοισιν εὔχροα μὲν καὶ καθαρὰ, λεπτὰ δὲ καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα. Καὶ τἆλλα ἃ περὶ τῶν οὔρων εἶπε, ὥσπερ γὰρ τὰ πρόσθεν ὅσα περὶ τῶν φθινωδῶν κατέλεξεν ἦν κακοήθη, οὕτω καὶ τὰ νῦν λεγόμενα πάνυ ἐστὶ μέτρια.