Ancient Greek
Book 1, Chapter 1
Galen, In Hippocratis Epidemiarum I 1.1.31
Not analysed yet
Ἄδιψοι. Οὐ κατὰ τὴν κακοήθειαν τοῦ ῥεύματος, ἅπερ αὐτὸς ὠνόμαζε δριμέα, τουτὶ τὸ σύμπτωμα τοῖς φθινώδεσι συνέπεσε. διό μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης ἐπισημαινόμενος αὐτῶν τὸ παράλογον αὐτὸς προσγράψαι τὸ ἄδιψοι. κακοηθείας γάρ ἐστι μεγίστης σημεῖον, ὅταν ἤτοι θερμοῦ καὶ διακαοῦς ὄντος τοῦ πυρετοῦ μὴ διψῶσιν ἢ ῥεύματος εἰς γαστέρα καταφερομένου δριμέος. καὶ δηλοῦται πρὸς τοῦ συμπτώματος ἡ αἰσθητικὴ τοῦ μορίου δύναμις ἀπολωλέναι καὶ νενεκρῶσθαι, εἴ γε τῆς κατὰ μέρος διαθέσεως οὐκ αἰσθάνεται.