Ancient Greek
Book 1, Chapter 2
Galen, In Hippocratis Epidemiarum I 1.2.76
Not analysed yet
Τοῖοι δὲ φρενιτικοῖσι ξυνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα ἅπαντα, ἐκρίνετο δὲ τούτοισιν ὡς τὸ πολὺ ἑνδεκαταίοισιν, ἔστι δ’ οἶσι καὶ εἰκοσταίοισι. Τοῖς ἄνευ τοῦ καυσωθῆναι φρενιτικοῖς γιγνομένοις τὰ εἰρημένα οὐ συνέπεσεν, ἐπεὶ τοῖς γε μετὰ τοῦ καυσωθῆναι περὶ τὴν ἕκτην ἡμέραν ὁ θάνατος ἐγένετο, διπλασιασθέντος αὐτοῦ τοῦ κακοῦ, φρενῖτις ἐγένετο. περὶ δὲ τὴν ἑνδεκάτην ἡμέραν ἀκολουθῆσαί φησι τὴν κρίσιν, ἐνίοις δὲ κατὰ τὴν εἰκοστήν.