Ancient Greek
Book 1, Chapter 2
Galen, In Hippocratis Epidemiarum I 1.2.77
Not analysed yet
Οἷσιν εὐθὺς οὐκ ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο περὶ τρίτην ἢ τετάρτην ἡμέραν, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ, περὶ τὴν ἑβδόμην εἰς ὀξύτητα τὸ μέτωπον μετέπεσεν. Οἷς μὲν περὶ τὴν γ΄ ἢ τετάρτην ἡμέραν ἤρξατο, διεκόπη δὲ μεταξὺ, κρίσεως ἡμιῤῥόπου γινομένης. τὸ δὲ σφοδρῶς ὀξὺ τῆς φρενίτιδος οὐκ ἔσχον οἱ νοσοῦντες. ἐθεασάμεθα γὰρ ἤδη καὶ τοιαύτας φρενίτιδας.