Ancient Greek
3.3.27 to 3.3.28
Galen, In Hippocratis Epidemiarum I 3.3.27-28
Not analysed yet
Τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα. Ἄχρι τοῦ νῦν ὁ λόγος αὐτῷ γέγονε περὶ τῶν ἐρυσιπελάτων, ὅσα δ’ ἕλκωσιν ἤ τι μικρὸν οὕτως ἄλλο τῶν ἔξωθεν αἰτίων συνέστη. ἐφεξῆς δὲ περὶ τῶν ἄνευ τοιαύτης αἰτίας γενομένων ποιήσεται τὸν λόγον. Πολλοῖσι δ’ ἐν πυρετοῖσι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετῷ συνέπιπτεν. Οὐδὲ δι’ ἕλκος τούτοις, ἤτοι τῶν ἔξωθεν αἰτίων τῶν προφανῶν, ἀλλ’ ὡς εἰώθαμεν λέγειν, αὐτόματος ἡ γένεσις ἀπήντησε τῶν ἐρυσιπελάτων, ἐνίοις μὲν ἅμα πυρετοῖς εἰσβάλλων, ἐνίοις δ’ ἀκολουθησάντων πυρετῶν ἢ προγενομένων αὐτῶν.