Ancient Greek
Book 3, Chapter 3
Galen, In Hippocratis Epidemiarum I 3.3.29
Not analysed yet
Ἢν δὲ καὶ τούτων ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐμπυήματος ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι. οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δ’ ἀφανιζομένων θανατώδεα γίνεσθαι. Ἐῤῥέθη καὶ μικρὸν ἔμπροσθεν ἡ αἰτία τοῦ σώζεσθαι μᾶλλον οἷσιν ἡ κακοχυμία διά τινος μορίου σαπέντος ἅμ’ ἐκείνῳ συνέπεσε τοῦ σώματος. εὔδηλον δ’ ὅτι καὶ διὰ γαστρὸς καὶ οὔρων ἐκκαθαρθεῖσα δυσχέρειαν μὲν εἰργάζετο καὶ τὰς ἀποκρίσεις, ὠφέλει δὲ τὸ σύμπαν σῶμα.