Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.483
Not analysed yet
εκτικὴν ἀρρωστίαν τῆς δυνάμεως, ἀρρωστούσης δ' αὐτῆς ἤτοι κατὰ τὸν ἴδιον λόγον ἢ διὰ πλῆθος βαρῦνον, ὁ μὲν τῇ βλάβῃ τῆς δυνάμεως ἑπόμενος τρόμος οὐδέποτ' ἐν ἀρχῇ νόσου γίνεται χωρὶς ἰσχυρᾶς ναυσιάσεως ἢ λιμοῦ καὶ κόπων ἀγρυπνιῶν τε καὶ φροντίδων, ἔτι τε πρὸς τούτοις ἀφροδισίων ἀμέτρων· ὧν εἴπερ ἐγεγένητό τι, πάντως ἂν ὁ Ἱπποκράτης ἐμνημόνευσεν αὐτοῦ κατὰ τὴν γραφήν, ὡς εἴωθεν. ἐπεὶ τοίνυν οὐδὲν ἔγραψε τοιοῦτον, διὰ πλῆθος ὑπολαβεῖν εὔλογόν ἐστι βαρύνεσθαι τὴν δύναμιν. ἐπεὶ δ' οἵ τε τρόμοι περὶ τὰς χεῖρας ἐγένοντο τὴν ἀρχὴν τῶν νεύρων ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐχούσας νωτιαίου ἔκ τε τοῦ ληρῆσαι τὸν ἄνθρωπον ἔνδειξίς ἐστι τοῦ καὶ τὸν ἐγκέφαλον αὐτὸν ἤδη τινὰ δεδέχθαι μοχθηρὸν χυμόν, ἐχρῆν ἐννοήσαντα τὸν Ἱπποκράτην κινδυνωδῶς ἔχειν τὸν ἄνθρωπον ἐπὶ φλεβοτομίαν ἐλθεῖν ἤτοι κατὰ τὴν πρώτην ἡμέραν, εἰ μηδὲν ἄπεπτον ἐν τῇ γαστρὶ περιείχετο σιτίον, ἢ πάντως γε κατὰ τὴν δευτέραν, ἔτι δὲ μᾶλλον, ὅτι μετὰ τὴν τῆς πρώτης ἡμέρας διήγησιν αὐτὸς ἔγραψε· |"