Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.484
Not analysed yet
Δευτέρῃ πάντα παρωξύνθη." φαίνεται γὰρ αὐξανόμενον, ὡς οὐ σμικρὸν οὐδ' ἐπὶ τῇ τυχούσῃ διαθέσει τὸ νόσημα γεγονός, ἀλλ' αὐτό τε μέγα καὶ τὴν αἰτίαν οὐκ εὐκαταφρόνητον ἔχον. ἐπεὶ δ' οὐκ ἐπὶ Πυθίωνος μόνον, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀρρώστων φαινομένων δεῖσθαι φλεβοτομίας ἐξ ὧν αὐτὸς ἔγραψε τεκμαιρομένοις ἡμῖν οὐχ εὑρίσκεται προσγράφων αὐτήν, ἀναγκαῖόν ἐστι δυοῖν θάτερον ὑπονοεῖν, ἢ μὴ φλεβοτομηθῆναι τοὺς ἀνθρώπους ἐκείνους ἢ παραλελεῖφθαι τὴν διήγησιν τοῦ βοηθήματος. τὸ μὲν οὖν μηδένα τῶν δεηθέντων αὐτοῦ φλεβοτομηθῆναι τῶν ἀπιθάνων ἐστίν, ὡς οὐ φεύγοντος τἀνδρὸς τὸ βοήθημα τοῦτο, καθάπερ ἐν τοῖς γνησιωτάτοις ἐδήλωσε βιβλίοις, <τοῖς> Ἀφορισμοῖς τε καὶ τῷ Περὶ διαίτης ὀξέων καὶ τῷ Περὶ ἄρθρων, ἐν αὐτῷ τε τούτῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐπί τινος ἀρρώστου γράψας· "ὀγδόῃ ἀγκῶνα ἔταμον, ἐρρύη πολύ, |