Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.486
Not analysed yet
λήφθη μὲν ἐπὶ τῶν καμνόντων τὸ βοήθημα, παρελείφθη δ' ὡς σαφὲς ἐν τῇ διηγήσει. περὶ μὲν δὴ τῆς φλεβοτομίας, ἐπεὶ κοινὸς ὁ λόγος ἁπάντων τῶν ἀρρώστων ἐστίν, ἅπαξ ἀρκέσει λελέχθαι, καθάπερ καὶ τὰ ἄλλα ὅσα κοινά. περὶ δὲ τῶν ἰδίων καθ' ἕκαστον ἡ ἐξήγησις ἔσται, τὴν ἀρχὴν ἀπὸ τοῦ Πυθίωνος, ὡς ἐνεστησάμεθα, ποιησαμένοις ἡμῖν. Δευτέρῃ πάντα παρωξύνθη. τρίτῃ τὰ αὐτά. τετάρτῃ ἀπὸ κοιλίης ὀλίγα, ἄκρητα, χολώδεα διῆλθε. πέμπτῃ πάντα παρωξύνθη, [τρόμοι παρέμενον,] ὕπνοι λεπτοί, κοιλίη ἔστη. ἕκτῃ πτύελα ποικίλα, ὑπέρυθρα. ἑβδόμῃ στόμα παρειρύσθη. ὀγδόῃ πάντα παρωξύνθη, τρόμοι [καὶ πάλιν] παρέμενον, οὖρα δὲ κατ' ἀρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης λεπτά, ἄχροα, ἔχοντα ἐναιώρημα ἐπινέφελον. δεκάτῃ ἵδρωσε, πτύελα ὑποπέπονα, ἐκρίθη, οὖρα ὑπόλεπτα περὶ κρίσιν. μετὰ δὲ κρίσιν, |