Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.487
Not analysed yet
τεσσαρακοστῇ ἡμέρῃ ὕστερον, ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις. Τὰ μὲν ἄλλα <τῶν> τῆς ῥήσεως συμπτωμάτων ἔχει διήγησιν καὶ τῇ λέξει καὶ τῇ διανοίᾳ σαφῆ· πολλάκις γὰρ εἴωθε γίνεσθαι τοῖς ὀξέως νοσοῦσι καὶ μεμαθήκαμεν αὐτῶν τὰς δυνάμεις κατά τε τὸ Προγνωστικὸν καὶ τὸ πρῶτον αὐτῶν τούτων τῶν Ἐπιδημιῶν, εἴρηται δ' οὐκ ὀλίγα κἀν τῷ δευτέρῳ χρήσιμα πρὸς τὴν ἐπὶ τῶν ἀρρώστων ἐξήγησιν. ἐπὶ δὲ τῆς κατὰ τὴν ἕκτην ἡμέραν διηγήσεως εἰπών· πτύελα ποικίλα, ὑπέρυθρα, μὴ προσθεὶς δὲ μήτε πλευριτικὸν τὸν Πυθίωνα μήτε περιπνευμονικὸν γεγονέναι, ζήτησιν ἡμῖν ὑπέλιπε, πότερον καὶ ἄλλως δύναται γίνεσθαι τοιαῦτα πτύσματα τοῖς νοσοῦσιν ὀξέως ἢ μόνοις τοῖς περιπνευμονικοῖς καὶ πλευριτικοῖς. καί μοι φαίνεται καὶ ἄλλως δύνασθαι γίγνεσθαι τοιαῦτα, ῥυέντων μέν τινων εἰς τὸν πνεύμονα χυμῶν μοχθηρῶν, ἀλλ' ὀλίγων παντάπασιν, ὡς μὴ φλεγμῆναι τὸ σπλάγχνον.