Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.496
Not analysed yet
θούντων αἱ καθάρσεις ἐγίγνοντο, τῶν μοχθηρῶν χυμῶν ἐκκρινομένων διὰ τῆς κύστεως, ὥσπερ ἐνίοτε διὰ τῶν ἐντέρων. ἡ τοίνυν δῆξις ἡ ἀπὸ τῶν ἐκκρινομένων <χυμῶν> δριμέων ὄντων εἰργάζετο τὴν στραγγουρίαν. ἐδείχθη γὰρ ἡ κύστις ἐπὶ τὴν ἀπόκρισιν ὁρμῶσα τῶν οὔρων ἐν ταῖς στραγγουρίαις, πρὶν ἀξιολόγως ὑπ' αὐτῶν πληρωθῆναι, διὰ διττὴν αἰτίαν, ἤτοι τὸ μὴ φέρειν αὐτῶν τὴν ποιότητα <τῶν δριμέων> καὶ δακνωδῶν γενομένων ἢ τὸ δι' ἀρρωστίαν βαρύνεσθαι πρὶν ἀθροισθῆναι, κἂν ὀλίγον παντάπασιν ᾖ. τοιαύτην οὖν ἔφη τινὰ καὶ τῷ Πυθίωνι τὴν ἀπόστασιν ἤδη γενέσθαι, μὴ γράψας ἁπλῶς οὑτωσί· ‘στραγγουριώδης ἐγένετο’, ἀλλὰ προσθεὶς τὸ ἀπόστασις· ἔχει γὰρ ἡ λέξις οὕτως· "ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις." ἀλλὰ τὰ μὲν τοιαῦτα, δυοῖν θάτερον, ἢ παρατρέχουσιν ἢ κακῶς ἐξηγοῦνται πολλοὶ τῶν ἐξηγητῶν, χρονίζουσι δ' οὐκ ἀναγκαίως, ὑπὲρ ὧν ἅπαξ ἐνταῦθα διαλεχθῆναι βούλομαι. ΠΕΡΙ ΤΩΝ ΜΟΧΘΗΡΩΣ ΕΞΗΓΟΥΜΕΝΩΝ Ἐγὼ μὲν ᾤμην ἄμεινον εἶναι τὰ πολλῷ χρόνῳ ζητηθέντα μοι καὶ μετὰ κρίσεως ἀσφαλοῦς εὑρεθέντα μόνα γράφειν, ἄνευ τῶν εἰς