Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.495
Not analysed yet
Ἱπποκράτους αὐτοῦ ποτὲ μὲν ἁπλῶς γράφοντος γενέσθαι τὴν στραγγουρίαν, ἐνίοτε δ' οὐχ ἁπλῶς, ἀλλὰ προστιθέντος αὐτῇ τὸ τῆς ἀποστάσεως ὄνομα, καθάπερ κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἐν τῇ δευτέρᾳ καταστάσει. γράφει γοῦν ὧδε· "μόνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐρρύσατο τῶν ὄντων ἐν τοῖσι μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο ἀποστάσιες ἐγίνοντο." προσαγορεύοντος γὰρ ἀποστάσεις αὐτοῦ καὶ τὰς κατ' ἔκκρισιν τῶν λυπούντων χυμῶν γιγνομένας, οὐ μόνον τὰς κατ' ἀπόθεσιν, εἰκότως, ὥσπερ εἰς δυσεντερίαν ἐν ἑτέροις, οὕτως νῦν εἰς στραγγουρίαν ἀπόστασις εἴρηται γεγονέναι, καθαιρομένης τῆς ἐν ταῖς φλεψὶ κακοχυμίας δι' ἀμφοτέρων τῶν ἐκκρίσεων. <διὰ> τοῦτο γοῦν ἐν αὐτῇ τῇ δευτέρᾳ καταστάσει περὶ τῶν οὔρων ὀλίγον ἔμπροσθεν ἧς ἄρτι παρεθέμην ῥήσεως αὐτὸς ἔγραψεν ὡδί· "στραγγουριώδεες, οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἀντ' ἄλλων ἄλλα." γινομένης γὰρ ἐν νοσήμασι στραγγουρίας ἐπὶ νεφρῶν διαθέσει, διορίζων ἀπ' αὐτῆς τὴν ἐν τῇ δευτέρᾳ καταστάσει γενομένην ἀπόστασιν <τῷ> λόγῳ προσέθηκε τὸ "στραγγουριώδεες, οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἀντ' ἄλλων ἄλλα", τουτέστιν ἀντὶ τῆς ἐν ταῖς φλεψὶ κακοχυμίας καὶ τῶν ταύτῃ πυρετῶν ἀκολου|