Ancient Greek · ~5 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.498
Not analysed yet
τοῦ δεῖξαι τὴν αἰτίαν, ἀφ' ἧς <ὁ> τρόμος τῶν χειρῶν καὶ τὸ νοσεῖν αὐτῷ ἐγένετο, ὡς τῇ <Μελιδίᾳ τῇ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν γεγραμμένῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρας ἱερόν,> διὰ τὴν ἐποχὴν τῶν ἐπιμηνίων γενομένην, ὡς εἰκός, διὰ τὴν τοῦ μορίου ἀργίαν. καὶ πάλιν ἐν τῷ ἕκτῳ ἱστορεῖ, τἀνδρὸς ἀποδήμου γενομένου, ἀργευσαμένην τῷ μορίῳ τὴν γυναῖκα ἀναληφθέντων τῶν ἐπιμηνίων εἰς τὸ στόμα φῦσαι πώγωνα. καὶ τί γὰρ ἄλλο ἢ ἀνδρωθῆναι τὴν γυναῖκα; οὕτως οὖν καὶ Πυθίων ἀποσχόμενος συνουσίας διὰ τὴν πρὸς μόνον ἐπιμέλειαν τὸ ἱερὸν <τὴν> νόσον ὑπομένει." αὕτη μὲν ἑνὸς τῶν ἐξηγητῶν ἐστι ῥῆσις ἑαυτὸν καταβάλλοντος ἐκ τοῦ πολλάκις μὲν ὀνομαστὶ μνημονεῦσαί τινων οἰκήσεων τὸν Ἱπποκράτην, μὴ πασῶν δ' αὐτῶν, ἀλλ' ὀλιγίστων παντάπασιν ἐξήγησιν γράψαι. εἰ γὰρ οὐκ ἀργῶς αἱ οἰκήσεις τῶν νοσησάντων ἐγράφησαν, ἀλλὰ συνενδείκνυνταί τι τῶν εἰς τὴν τέχνην χρησίμων, οὐκ ὀρθῶς ἐποίησεν ἐπ' ὀλίγων μὲν ἀρρώστων ἐξηγησάμενος αὐτῶν τὴν δύναμιν, ἐπὶ δὲ τῶν ἄλλων καίτοι παμπόλλων ὄντων παραλιπών, οἷον εὐθέως ἐπὶ τοῦ πρώτου γραφέντος κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν· "Φιλίσκος", γάρ φησιν, "ᾤκει παρὰ τὸ τεῖχος". εἶθ' ἑξῆς πάλιν· "Ἐπικράτεος γυναῖκα, ἣ |