Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.499
Not analysed yet
κατέκειτο παρὰ ἀρχηγέτην". καὶ πάλιν· "Ἐρασῖνος ᾤκει παρὰ Βοώτου χαράδρην." εἶθ' ἑξῆς· "τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ". εἶτ' αὖθις ἐπί τινος γυναικός· "τὴν Δρομεάδεω", φησί, "γυναῖκα θυγατέρα τεκοῦσαν". εἶτ' ἐπ' ἄλλης πάλιν "γυναικός, ἣ κατέκειτο ἐν ἀκτῇ." ἐν αὐτῷ δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἑτέρους πολλοὺς ἂν εὕροις γεγραμμένους ἀρρώστους μετὰ τῶν οἰκήσεων, ἐν αἷς ᾤκουν, ἃς οὐδ' ὅλως ἐξηγοῦνται. "Χαιρίων", οὖν φησιν, "ὃς κατέκειτο παρὰ Δημαινέτῳ·" μετ' αὐτὸν ἑξῆς· "τὴν Εὐρυάνακτος θυγατέρα παρθένον πῦρ ἔλαβεν"· εἶθ' ἑξῆς· "ἡ κυναγχικὴ παρὰ <τὰ> Βίτωνος". καὶ μετὰ ταύτην πάλιν· "τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ." καὶ τί δεῖ πολλὰ παραγράφειν, ὅλου σχεδὸν τοῦ βιβλίου πεπληρωμένου τῆς τοιαύτης γραφῆς; ἀλλ' ἐπὶ τὸ προκείμενον ἰτέον· παμπόλλων γὰρ ἀρρώστων οὕτω γεγραμμένων <ἤτοι γ'> ἐπὶ πάντων ἐχρῆν πεποιῆσθαι τὴν ἀπὸ τῶν οἰκήσεων ἐξήγησιν ἢ μηδ' ἐφ' ἑνός. ἀλλ' ἔνιοί γε τῶν ἐξηγουμένων τὰ βιβλία κατεγνώκασιν εἰς τοσοῦτον τῶν ἀκροατῶν, ὥστ' ἐγώ ποτε ἐν Ἀλεξανδρείᾳ καὶ τοιαύτης ἐξηγή|