Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.506
Not analysed yet
ἐξήγησιν ἀρρώστων ἢ καταστάσεων ἐμνημό|νευσεν, ἃ μάλιστα ἐχρῆν ἐπισκοπεῖσθαι τὸν ἐξηγούμενον Ἱπποκράτειον βιβλίον, ὥσπερ καί, εἴ τις Ἀσκληπιάδειον ἐξηγοῖτο, πόρους καὶ ὄγκους ἄναρμά τε στοιχεῖα καὶ τὴν πρὸς τὸ λεπτομερὲς φοράν ἐστιν αὐτῷ ῥητέον· εἰς ταύτας γὰρ τὰς ἀρχὰς ἐκεῖνος ἀνάγει πάντα. θερμὸν δὲ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν Ἱπποκράτης αἰτιᾶται, καθάπερ τὸ περιέχον ἐν τοῖς τῶν ζῴων σώμασιν. οὕτω δὲ καὶ τέτταρας χυμοὺς ἀλλήλων τὴν κρᾶσιν διαφέροντας αἰτίους εἶναί φησι τῆς θ' ὑγείας καὶ τῶν νοσημάτων, τῆς μὲν ὑγείας, ὅταν συμμέτρως ἔχωσι πρὸς ἀλλήλους, τῶν νοσημάτων δ', ὅταν πλεονάζωσιν ἢ ἐλλείπωσιν ἢ μεταστῶσιν ἐξ οἰκείας χώρας εἰς ἀλλοτρίαν. εἰς ταύτας γοῦν τὰς ἀρχὰς καὶ οἱ πρὸ Λύκου καὶ Κοΐντου τῶν Ἱπποκράτους ἐξηγησάμενοί τι βιβλίον ἐμπειρικοὶ πάντ' ἀνάγειν πειρῶνται, καθάπερ ἐν δράματι φυλάττοντες ἔνιοι τὴν οἰκείαν ὑπόκρισιν τοῦ περικειμένου προσώπου. ὥσπερ γὰρ Ἐρασίστρατον ἐξηγούμενός τις ὀρθῶς ἂν ἀπέχοιτο τοῦ περὶ χυμῶν λέγειν ἢ κράσεων, οὕτως ὁ |