Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.505
Not analysed yet
ὂν ζήτημα κατὰ λέξιν οὕτως· "τῇ ἑβδόμῃ ἡμέρῃ τὸ στόμα παρειρύσθη". καὶ δοκεῖ ἡ ἱστορία αὕτη μαχομένη εἶναι τῇ ἀποφάσει τῇ οὕτως ἐν Ἀφορισμοῖς ἐχούσῃ· "ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμὸς ἢ ὀφρὺς διαστραφῇ, ἢ μὴ βλέπῃ, ἢ μὴ ἀκούῃ, <ἤδη> ἀσθενέος ἐόντος <τοῦ σώματος> ἢ ὅ τι ἂν τούτων γένηται, ἐγγὺς ὁ θάνατος." αὕτη ἡ τοῦ Λύκου ῥῆσις ἑαυτῷ προβαλόντος ὡς ζήτημα τὸ μηδ' ὅλως ἔχον ἀμφιβολίαν. ἐν μὲν γὰρ τοῖς Ἀφορισμοῖς εἴρηκεν· "ἤδη ἀσθενέος ἐόντος <τοῦ σώματος>", ὁ Πυθίων δ' οὐκ ὢν ἀσθενὴς παρειρύσθη τὸ στόμα. καὶ μέντοι καὶ λύων, ὃ προὔβαλεν αὐτὸς ὁ Λύκος, οὐδὲν ἄλλο εἶπεν εἰς τὴν λύσιν αὐτοῦ <πλὴν> τοῦδε τοῦ νῦν ὑπ' ἐμοῦ λελεγμένου. τὸ μὲν οὖν πρόδηλον ὂν ὡς ζήτημα προὔβαλεν, οὐδὲν δὲ τῶν ἄλλων, ἃ χρήσιμα τοῖς ἔργοις τῆς τέχνης, ἐζήτησεν, οὔτε τίς ἦν ἡ διάθεσις τῷ Πυθίωνι, δι' ἣν ἐγένετο τὰ προγεγραμμένα συμπτώματα, <οὔτε> τίς τῶν τόπων ἢ τίνες ἐπεπόνθεσαν. ἀλλ' οὐδὲ περὶ τῆς φλεβοτομίας ὡς παραλελειμμένης ἐπεσημήνατο, χυμῶν δὲ καὶ κράσεων οὐ μόνον νῦν, ἀλλ' οὐδὲ κατ' ἄλλην τιν'