Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.508
Not analysed yet
οἱ τοίνυν περὶ τὸν Σαβῖνον καὶ |τὸν μαθητὴν αὐτοῦ Μητρόδωρον, ἀκριβέστεροι δόξαντες εἶναι τῶν ἔμπροσθεν Ἱπποκρατείων, ὅμως καὶ αὐτοὶ φαίνονται μοχθηρῶς ἐξηγούμενοι πολλάκις τὸν Ἱπποκράτην. αὐτίκα γέ τοι κατὰ τὸν προκείμενον ἄρρωστόν φασιν αὐτοῖς ὀνόμασιν· "ὥσπερ ‘ὁ σπασμὸς γίνεται καὶ ὑπὸ πληρώσεως καὶ ὑπὸ κενώσεως’, οὕτως καὶ ὁ τρόμος μικρὸς ὢν σπασμὸς ὑπὸ τῶν ἐναντίων ἀποτελεῖται." περὶ μὲν οὖν τῆς αἰτίας, ὑφ' ἧς γίνεται τὰ τοιαῦτα παθήματα, δογματικῶν ἀνδρῶν ἐστιν, οὐκ ἐμπειρικῶν ἐπισκέπτεσθαι· τὸ μέντοι γνωρίζειν αὐτὰ καὶ διακρίνειν ἀπ' ἀλλήλων ἀναγκαῖόν ἐστι καὶ τοὺς ἐμπειρικοὺς δύνασθαι. φαίνονται δ' ἐν αὐτῷ τούτῳ πρῶτον οἱ περὶ τὸν Σαβῖνον ἐσφαλμένοι, μικρὸν σπασμὸν εἰπόντες εἶναι τὸν τρόμον. ὅλῳ γὰρ τῷ γένει διενήνοχεν ἀλλήλων τὰ πάθη ταῦτα. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι πάθη καλεῖν ἢ συμπτώματα τὰς βλάβας τῶν ἐνεργειῶν. οὐ γὰρ διαθέσεις γέ τινες ἐν τοῖς στερεοῖς τοῦ ζῴου μορίοις εἰσίν, ὡς οἴδημα καὶ φλεγμονὴ καὶ σκίρρος, ἀλλ' ὥσπερ αἱ ἐνέργειαι κατὰ τὸ γίνεσθαι λαμβάνουσι τὴν ὕπαρξιν, οὐ κατὰ τὸ μονίμως καθ' ἕξιν ὑπάρχειν, οὕτω καὶ τὰ παθήματα αὐτῶν. ἁπάσης γὰρ κινήσεως ἐν τῷ γίνεσθαι τὸ εἶ|