Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.509
Not analysed yet
ναι κτωμένης οὔσης τέ τινος ἐν τοῖς ζῴοις προαιρετικῆς κινήσεως, ὥσπερ ἑτέρας ἀπροαιρέτου καὶ φυσικῆς, αἱ βλάβαι τῆς προαιρετικῆς ἐν ταῖς τῶν μυῶν γίγνονται κινήσεσιν, ὑφ' ὧν καὶ τὰς κατὰ προαίρεσιν ἴσμεν ἀποτελουμένας. ἀλλὰ τὸ μὲν κατὰ φύσιν ἐν αὐταῖς ἓν <καὶ> ἁπλοῦν ἐστι, τὸ δὲ παρὰ φύσιν ἐν πρώταις μὲν γίγνεται δύο διαφοραῖς, ἤτοι χωρὶς προαιρέσεως κινουμένων τῶν μορίων, ἃς ἔμπροσθεν ἐκινοῦντο κινήσεις καθ' ὁρμήν, ἢ κατὰ προαίρεσιν. [ἔστι μὲν οὐ κατὰ φύσιν,] διαφέρει δ' οὐδὲν ἤτοι καθ' ὁρμὴν εἰπεῖν ἢ κατὰ προαίρεσιν εἴς γε τὸ παρόν. αὐτῶν δὲ τῶν ἄνευ προαιρέσεως γιγνομένων κινήσεων ἐν τοῖς προαιρετικῶς πεφυκόσι κινεῖσθαι τὸ μέν τι σπασμὸς ὀνομάζεται, τὸ δὲ παλμός, τὸ δὲ ῥῖγος, ἀλλήλων διαφέροντα. καθόλου δὲ περὶ τούτων λέλεκται δι' ἑνὸς ὅλου βιβλίου. τῆς δὲ κατὰ προαίρεσιν μέν, οὐ κατὰ φύσιν δὲ κινήσεως γινομένης ἓν εἶδός ἐστιν, ὃ καλεῖται τρόμος, ὑπὲρ οὗ νῦν ἀναγκαῖόν ἐστιν εἰπεῖν, ἐπεὶ καὶ περὶ τῶν ἄλλων ἕνεκα τούτου λέλεκταί τι. γίνεται τοίνυν ὁ τρόμος οὐ μόνον ἐπὶ νοσοῦσι μυσί τε καὶ νεύροις, |